1.

[7.433] τούτου δὲ οὕτως ἔχοντος ἀπολείπεται τὰ ὑπὸ τῶν τοὺς Στωικῶν πρὸς τοὺς ἀπὸ τῆς σκέψεως λεγόμενα παρὰ μέρος καὶ ὑπὸ τῶν σκεπτικῶν πρὸς ἐκείνους λέγεσθαι. ἐπεὶ γὰρ τοῖς φαύλοις κατ' αὐτοὺς ἐγκαταριθμοῦνται Ζήνων τε καὶ Κλεάνθης καὶ Χρύσιππος καὶ οἱ λοιποὶ τῶν ἀπὸ τῆς αἱρέσεως, πᾶς δὲ φαῦλος ἀγνοίᾳ κρατεῖται, πάντως ἠγνόει Ζήνων, πότερον ἐν κόσμῳ περιέχεται ἢ αὐτὸς τὸν κόσμον περιέσχηκεν, καὶ πότερον ἀνήρ ἐστιν ἢ γυνή, καὶ οὐκ ἠπίστατο Κλεάνθης, εἴτε ἄνθρωπός ἐστιν εἴτε τι θηρίον Τυφῶνος πολυπλοκώτερον (Cfr. § 264).