1.

[7.434] καὶ μὴν ἢ ἐγίνωσκε τὸ δόγμα τοῦτο Χρύσιππος Στωικὸν ὄν (φημὶ δὲ τὸ ῾῾πάντα ἀγνοεῖ ὁ φαῦλος᾽᾽), ἢ οὐδὲ αὐτὸ τοῦτο ἠπίστατο. καὶ εἰ μὲν ἠπίστατο, ψεῦδος τὸ πάντα ἀγνοεῖν τὸν φαῦλον˙ αὐτὸ γὰρ τοῦτο φαῦλος ὢν ἐγίνωσκεν ὁ Χρύσιππος, τὸ πάντα ἀγνοεῖν τὸν φαῦλον. εἰ δ' οὐδ' αὐτὸ τοῦτο ᾔδει τὸ ὅτι πάντα ἀγνοεῖ, πῶς περὶ πολλῶν δογματίζει, τιθεὶς τὸ ἕνα εἶναι κόσμον καὶ προνοίᾳ τοῦτον διοικεῖσθαι καὶ διόλου τρεπτὴν εἶναι τὴν οὐσίαν καὶ ἄλλα παμπληθῆ;