1.

[7.435] πάρεστι δέ, εἴ τινι φίλον ἐστί, καὶ τὰς ἄλλας ἀπορίας τὸν ἀντερωτῶντα, ὡς ἔθος ἔχουσιν αὐτοὶ τοῖς σκεπτικοῖς 〈.....〉 προσάγειν˙ δεδηλωμένου μέντοι τοῦ κατὰ τὴν ἐπιχείρησιν χαρακτῆρος οὐκ ἀνάγκη μακρηγορεῖν. Πρὸς δὲ τοὺς (Cfr. §§ 174 sqq.,371 et 401) τὰς πιθανὰς ἀποδεχομένους φαντασίας σύντομος ὁ λόγος. ταυτὶ γὰρ τὰ κριτήρια, δυεῖν θάτερον, ἢ ὡς πρὸς τὴν τοῦ βίου διεξαγωγὴν χρήσιμα αὐτοῖς ὑπείληπται ἢ ὡς πρὸς τὴν εὕρεσιν τῆς ἐν τοῖς οὖσιν ἀληθείας.