1.

[7.436] καὶ εἰ μὲν τὸ πρῶτον λέγοιεν, ἄτοποι γενήσονται˙ οὐδεμία γὰρ τούτων τῶν φαντασιῶν δύναται κατ' ἰδίαν χρειοῦν πρὸς τὰς τοῦ βίου διεξαγωγάς, ἀλλὰ χρεία ἐστὶν ἑκάστῃ καὶ τῆς τηρήσεως, καθ' ἣν ἥδε μὲν διὰ τόδε ἐστὶ πιθανή, ἥδε δὲ διὰ τόδε διεξωδευμένη καὶ ἀπερίσπαστος (Cfr. § 184).