1.

[7.437] εἰ δὲ ὡς πρὸς τὴν τἀληθοῦς εὕρεσιν, διαπεσοῦνται. οὔτε γὰρ ἡ πιθανὴ μόνον κριτήριον τἀληθοῦς˙ δεῖ γάρ, ἵνα τοῦτο εὑρεθῇ, πολὺ πρότερον αὐτὴν περιωδευμένην 〈.....〉, διὰ τὸ πάντως ἡμᾶς ἐν τῷ διοδεύειν ἕκαστον τῶν κατὰ τὸν τόπον αὐτῆς θεωρουμένων [μὴ] εἰς ὑπόνοιαν ἀνάγεσθαι, μήποτε παραλέλειπταί 〈τι〉 τῶν ὀφειλόντων κατὰ τὸν τόπον ἐξετάζεσθαι, ὅτι περισπασμοῦ περὶ τὴν διάνοιαν συμβαίνοντος αἴρεται ἡ τῆς ἀληθείας γνῶσις.