1.

[7.438] τὸ δὲ ὅλον μήποτε τοῖς αὑτῶν ἐλέγχοις κρατοῦνται. ὡς γὰρ διαβάλλοντες τὴν καταληπτικὴν φαντασίαν ἔφασκον μὴ εἶναι κριτήριον ταύτην τῆς ἀληθείας τῷ καὶ ἄλλας ἀπαραλλάκτους παρακεῖσθαι αὐτῇ ψευδεῖς, οὕτως οὐκ ἀπέοικε καὶ τοῖς διεξωδευμένοις πράγμασιν ἡμῖν ἐν τῷ διαθεωρεῖν τὴν πιθανὴν φαντασίαν ἄλλα τινὰ ψευδῆ παρακεῖσθαι, ὥστε λόγου ἕνεκεν δοκεῖν μὲν ἡμᾶς ἔχειν ἀρτίαν τὴν ψυχὴν καὶ τὸ σῶμα, μὴ οὕτως δὲ ἔχειν, ἢ ὡς ἐκ συμμέτρου μὲν διαστήματος δοκεῖν βλέπεσθαι τὸ φανταστόν, ἄλλως δὲ ἔχειν.