1.

[7.439] πλὴν τό γε κεφάλαιον, εἰ μήτε πᾶσαι αἱ φαντασίαι εἰσὶ πισταὶ μήτε πᾶσαι ἄπιστοι, μήτε τινὲς μὲν πισταὶ τινὲς δὲ ἄπιστοι, οὐκ ἂν εἴη κριτήριον τῆς ἀληθείας ἡ φαντασία. ᾧ ἀκόλουθον τὸ μηδὲν εἶναι κριτήριον διὰ τὸ μήτε τὸ ὑφ' οὗ μήτε τὸ δι' οὗ μήτε τὸ καθ' ὃ (Cfr. § 261) βεβαίαν ἔχειν τὴν γνῶσιν.