1.

[7.440] Ἀλλ' εἰώθασιν ἀνθυποφέροντες οἱ δογματικοὶ (Cfr.
SVF fr. II 118 Arn. (ed).
) ζητεῖν, πῶς ποτε καὶ ὁ σκεπτικὸς > τὸ μηδὲν εἶναι κριτήριον ἀποφαίνεται. ἤτοι γὰρ ἀκρίτως τοῦτο λέγει ἢ μετὰ κριτηρίου˙ καὶ εἰ μὲν ἀκρίτως, ἄπιστος γενήσεται, εἰ δὲ μετὰ κριτηρίου, περιτραπήσεται καὶ λέγων μηδὲν εἶναι κριτήριον ὁμολογήσει εἰς τὴν τούτου παράστασιν κριτήριον παραλαμβάνειν.