1.

[7.441] πάλιν τε ἡμῶν συνερωτώντων ῾῾εἰ ἔστι κριτήριον, ἤτοι κέκριται ἢ ἄκριτόν ἐστι᾽᾽, καὶ δυεῖν θάτερον συναγόντων, ἤτοι τὴν εἰς ἄπειρον ἔκπτωσιν ἢ τὸ ἀτόπως ἑαυτοῦ τι κριτήριον εἶναι λέγεσθαι, ἀντιπαρεξάγοντές φασι μὴ ἄτοπον ὑπάρχειν τὸ ἑαυτοῦ τι κριτήριον ἀπολείπειν˙