1.

[7.443] ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον, ὅτι σκεπτικόν ἐστιν ἔθος τὸ τοῖς πεπιστευμένοις μὴ συνηγορεῖν, ἀρκεῖσθαι δ' ἐπ' αὐτῶν ὡς αὐτάρκει κατασκευῇ τῇ κοινῇ προλήψει (Cfr. M I 176-220,227-247), τοῖς δὲ ἀπίστοις εἶναι δοκοῦσι συναγορεύειν καὶ εἰς ἰσοσθένειαν αὐτῶν ἕκαστον ἀνάγειν τῇ περὶ τὰ παραδοχῆς ἠξιωμένα πίστει. τοίνυν καὶ ἐπὶ τοῦ παρόντος οὐκ ἀναιροῦντες τὸ κριτήριον τοὺς κατὰ τούτου χειρίζομεν λόγους, ἀλλὰ βουλόμενοι δεῖξαι ὅτι οὐ πάντως πιστόν ἐστι τὸ εἶναι κριτήριον, διδομένων εἰς τοὐναντίον καὶ τῶν ἴσων ἀφορμῶν.