1.

[8.1]

  • α´ περὶ ἀληθοῦς
  • β´ περὶ σημείου
  • γ´ περὶ ἀδήλον
  • δ´ περὶ ἀποδείξεως
  • ε´ ἐκ τίνος ὕλης ἡ ἀπόδειξις
  • ς´ εἴ ἔστν ἀπόδειξις

Ὅσα μὲν ἀπορητικῶς εἴωθε λέγεσθαι παρὰ τοῖς σκεπτικοῖς εἰς ἀναίρεσιν τοῦ κριτηρίου τῆς ἀληθείας, διὰ τοῦ προανυσθέντος ἡμῖν ὑπομνήματος ἐπεληλύθαμεν˙ συναποδόντες δὲ αὐτοῖς καὶ τὴν ἄνωθεν ἀπὸ τῶν φυσικῶν μέχρι τῶν νεωτέρων καταγομένην ἱστορίαν (Cfr. M VII 46-260), τοὐπὶ πᾶσιν ὑπεσχόμεθα καὶ περὶ αὐτοῦ κατ' ἰδίαν ἐρεῖν τοῦ ἀληθοῦς (Cfr. M VII 446). ὅθεν νῦν τὴν ὑπόσχεσιν πληροῦντες ἐν πρώτοις σκεπτώμεθα εἰ ἔστι τι ἀληθές.