1.

α´εἴ ἔστι τι ἀληθές.
[8.2] Ὅτι μὲν μηδενὸς ὄντος σαφοῦς κριτηρίου κατ' ἀνάγκην συναδηλεῖται καὶ τὸ ἀληθές, πᾶσιν ἤδη φανερόν ἐστιν˙ ὅμως δὲ καὶ ἐξ ἐπιμέτρου παρέσται διδάσκειν, ὅτι κἂν μηδὲν ἄντικρυς πρὸς τὸ κριτήριον λέγωμεν, ἡ περὶ αὐτοῦ τοῦ ἀληθοῦς διάστασις ἱκανή ἐστιν εἰς ἐποχὴν ἡμᾶς καταστήσασθαι,