1.

[8.9] ὁ δὲ Ἐπίκουρος (
Epicurea fr. 244 Us. (ed).
; cfr. M VII 203 sqq.) τὰ μὲν αἰσθητὰ πάντα ἔλεγεν ἀληθῆ καὶ ὄντα. οὐ διήνεγκε γὰρ ἀληθὲς εἶναί τι λέγειν ἢ ὑπάρχον˙ ἔνθεν καὶ ὑπογράφων τἀληθὲς καὶ ψεῦδος ῾῾ἔστι᾽᾽ φησὶν ῾῾ἀληθὲς τὸ οὕτως ἔχον ὡς λέγεται ἔχειν᾽᾽, καὶ ῾῾ψεῦδός ἐστι᾽᾽ φησὶ ῾῾τὸ οὐχ οὕτως ἔχον ὡς λέγεται ἔχειν᾽᾽. τήν τε αἴσθησιν ἀντιληπτικὴν οὖσαν τῶν ὑποπιπτόντων αὐτῇ, καὶ μήτε ἀφαιροῦσάν τι μήτε προστιθεῖσαν μήτε μετατιθεῖσαν τῷ ἄλογον εἶναι, διὰ παντός τε ἀληθεύειν καὶ οὕτω τὸ ὂν λαμβάνειν ὡς εἶχε φύσεως αὐτὸ ἐκεῖνο. πάντων δὲ τῶν αἰσθητῶν ἀληθῶν ὄντων, τὰ δοξαστὰ διαφέρειν, καὶ τὰ μὲν αὐτῶν εἶναι ἀληθῆ τὰ δὲ ψευδῆ, καθὼς πρότερον ἐδείξαμεν (Cfr. M VII 210).