1.

[8.13] οἱ δὲ περὶ τὸν Ἐπίκουρον καὶ Στράτωνα τὸν φυσικὸν δύο μόνον ἀπολείποντες, σημαῖνόν τε καὶ τυγχάνον, φαίνονται τῆς δευτέρας ἔχεσθαι στάσεως καὶ περὶ τῇ φωνῇ τὸ ἀληθὲς καὶ ψεῦδος ἀπολείπειν. ἡ μὲν γὰρ ὑστάτη δόξα (λέγω δὲ τὴν ἐν τῷ κινήματι τῆς διανοίας τἀληθὲς ὑποτιθεμένην) σχολικῶς ἔοικε πλάττεσθαι.