1.

[8.16] εἰ δὲ ἐξ ἀποδείξεως, ζητηθήσεται πάλιν πῶς ὅτι καὶ τοῦτο ἀληθές ἐστι, καὶ οὕτως εἰς ἄπειρον. ἐπεὶ οὖν ἵνα μάθωμεν ὅτι ἔστι τι ἀληθές, δεῖ ἄπειρα προληφθῆναι, ἀδύνατον δ' ἔστιν ἄπειρα ληφθῆναι, ἀδύνατον γίνεται τὸ βεβαίως γνῶναι ὅτι ἔστι τι ἀληθές.