1.

[8.17] (§§ 17-31 Cfr. PH II 88-93) Καὶ μὴν εἰ ἔστι τι ἀληθές, ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον ἢ κατὰ μέν τι φαινόμενον, κατὰ δέ τι ἄδηλον. οὔτε δὲ φαινόμενόν ἐστιν, ὡς παραστήσομεν, οὔτε ἄδηλον, ὡς δείξομεν, οὔτε κατὰ μέν τι φαινόμενον κατὰ δέ τι ἄδηλον, ὡς παραμυθησόμεθα˙ οὐκ ἄρα ἔστι 〈τι〉 ἀληθές.