1.

[8.18] εἰ γὰρ φαινόμενόν ἐστιν, ἤτοι πᾶν φαινόμενον ἀληθές ἐστιν ἤ τι φαινόμενον ἀληθές ἐστιν. ἀλλὰ πᾶν μὲν φαινόμενον οὐκ ἔστιν ἀληθές˙ οὐδὲ γὰρ τὸ καθ' ὕπνους ἢ τὸ κατὰ μανίαν προσπίπτον ἐστὶν ἀληθές, ἐπεὶ δεήσει, τῶν φαινομένων πολλὴν ἐχόντων μάχην, ὁμολογεῖν τὰ μαχόμενα συνυπάρχειν καὶ ἐπ' ἴσης ἀληθῆ καθεστάναι˙ ὅπερ ἐστὶν ἄτοπον. τοίνυν οὐ πᾶν φαινόμενόν ἐστιν ἀληθές.