1.

[8.19] εἰ δὲ τὶ μὲν φαινόμενον ἀληθές ἐστι, τὶ δὲ ψεῦδος, ὀφείλομεν ἔχειν κριτήριον εἰς διάγνωσιν τοῦ τί ἐστιν ἀληθὲς φαινόμενον καὶ τί ψεῦδος. τοῦτ' οὖν τὸ κριτήριον ἤτοι πᾶσι φαινόμενόν ἐστιν ἢ ἄδηλον. καὶ εἰ μὲν φαινόμενόν ἐστιν, ἐπεὶ οὐ πᾶν φαινόμενον ἀληθές ἐστι, δεήσει καὶ τοῦτο φαινόμενον καθεστὼς ἐξ ἄλλου φαινομένου δοκιμάζεσθαι, κἀκεῖνο ἐκ διαφέροντος, καὶ οὕτως εἰς ἄπειρον [ἐκπίπτειν].