1.

[8.20] εἰ δὲ ἄδηλον, οὐκ ἔσται μόνα τὰ φαινόμενα ἀληθῆ, ἀλλὰ καὶ τὰ ἄδηλα. εἰ γὰρ τὸ εἰς τὴν τοῦ φαινομένου πίστιν παραλαμβανόμενον ἄδηλον λαμβάνομεν, τὶ ἄδηλον ὀφείλει ἀληθὲς εἶναι˙ οὐ γὰρ δή γε ψεύδει κρίνεται τἀληθές.