HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,21
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,21.rdf
1.
[8.21] εἰ δέ ἐστί τι ἄδηλον ἀληθές, οὐ μόνον τὸ φαινόμενόν ἐστιν ἀληθές, ὡς ἀρχῆθεν ὑπέκειτο.
εἶτα πόθεν ὅτι καὶ τὸ ἄδηλον τοῦτο ἀληθές ἐστιν; εἰ μὲν γὰρ αὐτόθεν, ἔσται καὶ πάντα τὰ ἄδηλα
τῶν πραγμάτων αὐτόθεν ἀληθῆ. εἰ δ' ὡς ἀποδειχθέν, πάντως ἢ ἐξ ἀδήλου ἢ ἐκ φαινομένου ἀποδειχθὲν
ἔσται ἀληθές. καὶ εἰ μὲν ἐξ ἀδήλου, ἐκεῖνο πάλιν ἐξ ἄλλου τινὸς δεήσει κεκρίσθαι, καὶ τὸ τρίτον
ἐκ τετάρτου, καὶ οὕτως εἰς ἄπειρον˙