ΞΕΝΟΚΡΑΤΗΣ

[6] Ξενοκράτης Ἀγαθήνορος Χαλκηδόνιος˙ οὗτος ἐκ νέου Πλάτωνος ἤκουσεν, ἀλλὰ καὶ εἰς Σικελίαν αὐτῷ συναπεδήμησεν. ἦν δὲ τὴν φύσιν νωθρός, ὥστε λέγειν τὸν Πλάτωνα συγκρίνοντα αὐτὸν Ἀριστοτέλει, "τῷ μὲν μύωπος δεῖ, τῷ δὲ χαλινοῦ˙" καὶ "ἐφ' οἷον ἵππον οἷον ὄνον ἀλείφω." σεμνὸς δὲ τά τ' ἄλλα Ξενοκράτης καὶ σκυθρωπὸς ἀεί, ὥστε αὐτῷ λέγειν συνεχὲς τὸν Πλάτωνα, "Ξενόκρατες, θῦε ταῖς Χάρισι." διῆγέ τ' ἐν Ἀκαδημείᾳ τὰ πλεῖστα˙ καὶ εἴ ποτε μέλλοι ἐς ἄστυ ἀνιέναι, φασὶ τοὺς θορυβώδεις πάντας καὶ προυνίκους ὑποστέλλειν αὐτοῦ τῇ παρόδῳ.

Κεφ. β'. ΞΕΝΟΚΡΑΤΗΣ

[6] [2609] Ξενοκράτης Ἀγαθήνορος Χαλκηδόνιος˙ οὗτος ἐκ νέου [26010] Πλάτωνος ἤκουσεν, ἀλλὰ καὶ εἰς Σικελίαν αὐτῷ συναπεδήμησεν. Ἦν δὲ τὴν φύσιν νωθρός, ὥστε φασὶ λέγειν τὸν Πλάτωνα συγκρίνοντα αὐτὸν Ἀριστοτέλει, "Τῷ μὲν μύωπος δεῖ, τῷ δὲ χαλινοῦ˙" καὶ " Ἐφ' οἷον ἵππον οἷον ὄνον ἀλείφω." Σεμνὸς δὲ τά τ' ἄλλα Ξενοκράτης 〈ἦν〉 καὶ σκυθρωπὸς [26015] ἀεί, ὥστε αὐτῷ λέγειν συνεχὲς τὸν Πλάτωνα˙ "Ξενόκρατες, θῦε ταῖς Χάρισι." Διῆγέ τ' ἐν Ἀκαδημίᾳ τὰ [2611] πλεῖστα˙ καὶ εἴ ποτε μέλλοι ἐς ἄστυ ἀνιέναι, φασὶ τοὺς θορυβώδεις πάντας καὶ προυνίκους ὑποστέλλειν αὐτοῦ τῇ παρόδῳ.