1.

[8.24] πάλιν γὰρ εἰ ἄδηλόν ἐστι τἀληθές, ἤτοι πᾶν ἄδηλόν ἐστιν ἀληθὲς ἢ οὐ πᾶν˙ οὔτε δὲ πᾶν ἄδηλόν ἐστιν ἀληθὲς οὔτε τὶ ἄδηλον, ὡς παραστήσομεν˙ οὐκ ἄρα οὐδὲ ἄδηλόν ἐστι τἀληθές. εἰ γὰρ πᾶν ἄδηλόν ἐστιν ἀληθές, πρῶτον μὲν ἐχρῆν μὴ στασιάζειν τοὺς δογματικούς, οἷον τοὺς μὲν ἓν εἶναι λέγοντας στοιχεῖον τοὺς δὲ δύο, καὶ τοὺς μὲν ἀριθμητὰ τοὺς δὲ ἄπειρα, οὐδὲ τὰς ἀλλήλων ψευδοποιεῖν δόξας.