HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,25
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,25.rdf
1.
[8.25] παντός τε ἀδήλου ἀληθοῦς ὄντος ἔσται τὰ μαχόμενα ἀληθῆ, καθάπερ τὸ ἀρτίους εἶναι τοὺς
ἀστέρας καὶ τὸ περισσούς˙ ἐπ' ἴσης γάρ ἐστιν ἄδηλα, καὶ πάντα τὰ ἄδηλα ἔσται ἀληθῆ. οὐχὶ δέ γε
τὰ μαχόμενα δύναται εἶναι ἀληθῆ˙ οὐκ ἄρα πάντα τὰ ἄδηλά ἐστιν ἀληθῆ.