1.

[8.25] παντός τε ἀδήλου ἀληθοῦς ὄντος ἔσται τὰ μαχόμενα ἀληθῆ, καθάπερ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας καὶ τὸ περισσούς˙ ἐπ' ἴσης γάρ ἐστιν ἄδηλα, καὶ πάντα τὰ ἄδηλα ἔσται ἀληθῆ. οὐχὶ δέ γε τὰ μαχόμενα δύναται εἶναι ἀληθῆ˙ οὐκ ἄρα πάντα τὰ ἄδηλά ἐστιν ἀληθῆ.