1.

[8.26] καὶ μὴν οὐδὲ τινὰ τῶν ἀδήλων ἐστὶν ἀληθῆ. τὸ γὰρ τουτὶ μὲν τὸ ἄδηλον ἀληθὲς εἶναι, τουτὶ δὲ ψεῦδος, ἤτοι αὐτόθεν λέγεται καὶ χωρὶς κριτηρίου ἢ σὺν κριτηρίῳ. καὶ εἰ μὲν ἐξ ἑτοίμου λέγεται, οὐδὲν ἕξομεν λέγειν πρὸς τὸν τοὐναντίον ἀληθὲς ἀποφαινόμενον.