1.

[8.30] λείπεται ἄρα λέγειν τὸ κατὰ μέν τι φαινόμενον κατὰ δέ τι ἄδηλον ἀληθές 〈......〉. εἰ γὰρ τὸ φαινόμενον, καθὸ φαινόμενόν ἐστι, τοῦτο ὑποτιθέμεθα ἀληθές, ἤτοι καθὸ πᾶν φαινόμενόν ἐστιν ἀληθὲς ὑποτιθέμεθα αὐτὸ ἀληθές, ἢ καθὸ οὐ πᾶν˙ καὶ εἰ τὸ ἄδηλον, καθὸ ἄδηλόν ἐστιν, ὑπόκειται ἀληθές, ἤτοι καθὸ πᾶν ἄδηλον ἀληθές ἐστιν ὑπόκειται ἀληθές, ἢ καθὸ οὐ πᾶν. καὶ λοιπὸν τὰς αὐτὰς ἀπορίας ἐπισυνθήσομεν.