1.

[8.32] (§§ 32-36 Cfr. PH II 86-87) Τινὲς δὲ καὶ τὴν ἀπὸ τοῦ γενικωτάτου τοῦ ὄντος ἐπάγουσιν ἀπορίαν. τουτὶ γὰρ πάντων μέν ἐστιν ἐπαναβεβηκὸς γένος, αὐτὸ δὲ οὐδενὶ ἑτέρῳ ὑπέσταλκεν. ἤτοι οὖν ἀληθές ἐστι τοῦτο ἢ ψεῦδος ἢ ἀληθὲς ἅμα καὶ ψεῦδος ἢ οὔτε ἀληθὲς οὔτε ψεῦδος.