[51] Τοὺς ἀγαθοὺς ἄνδρας θεῶν εἰκόνας εἶναι˙ τὸν ἔρωτα σχολαζόντων ἀσχολίαν. ἐρωτηθεὶς τί ἄθλιον ἐν βίῳ, ἔφη, "γέρων ἄπορος." ἐρωτηθεὶς τί τῶν θηρίων κάκιστα δάκνει, ἔφη, "τῶν μὲν ἀγρίων συκοφάντης, τῶν δὲ ἡμέρων κόλαξ." ἰδών ποτε δύο κενταύρους κάκιστα ἐζωγραφημένους ἔφη, "πότερος τούτων Χείρων ἐστί;" τὸν πρὸς χάριν λόγον ἔφη μελιτίνην ἀγχόνην εἶναι. τὴν γαστέρα Χάρυβδιν ἔλεγε τοῦ βίου. ἀκούσας ποτὲ ὅτι Διδύμων ὁ μοιχὸς συνελήφθη, "ἄξιος," ἔφη, "ἐκ τοῦ ὀνόματος κρέμασθαι." ἐρωτηθεὶς διὰ τί τὸ χρυσίον χλωρόν ἐστιν, ἔφη, "ὅτι πολλοὺς ἔχει τοὺς ἐπιβουλεύοντας." ἰδὼν γυναῖκα ἐν φορείῳ, "οὐ κατὰ τὸ θηρίον," ἔφη, "ἡ γαλεάγρα." [51] Τοὺς ἀγαθοὺς ἄνδρας θεῶν εἰκόνας εἶναι˙ τὸν ἔρωτα σχολαζόντων ἀσχολίαν. ἐρωτηθεὶς τί ἄθλιον ἐν βίῳ, ἔφη, "γέρων ἄπορος." ἐρωτηθεὶς τί τῶν θηρίων κάκιστα δάκνει, ἔφη, "τῶν μὲν ἀγρίων συκοφάντης, τῶν δὲ ἡμέρων κόλαξ." ἰδών ποτε δύο κενταύρους κάκιστα ἐζωγραφημένους ἔφη, "πότερος τούτων Χείρων ἐστί;" τὸν πρὸς χάριν λόγον ἔφη μελιτίνην ἀγχόνην εἶναι. τὴν γαστέρα Χάρυβδιν ἔλεγε τοῦ βίου. ἀκούσας ποτὲ ὅτι Διδύμων ὁ αὐλητὴς μοιχὸς ἑάλω, "ἄξιος," ἔφη, "ἐκ τοῦ ὀνόματος κρέμασθαι." ἐρωτηθεὶς διὰ τί τὸ χρυσίον χλωρόν ἐστιν, ἔφη, "ὅτι πολλοὺς ἔχει τοὺς ἐπιβουλεύοντας." ἰδὼν γυναῖκα ἐν φορείῳ, "οὐ κατὰ τὸ θηρίον," ἔφη, "ἡ γαλεάγρα." [51] Τοὺς ἀγαθοὺς ἄνδρας ἔλεγε θεῶν εἰκόνας εἶναι˙ τὸν ἔρωτα σχολαζόντων ἀσχολίαν. Ἐρωτηθεὶς τί ἄθλιον ἐν [40615] βίῳ, ἔφη˙ "Γέρων ἄπορος." Ἐρωτηθεὶς τί τῶν θηρίων κάκιστα δάκνει, ἔφη˙ "Τῶν μὲν ἀγρίων συκοφάντης, τῶν δὲ ἡμέρων κόλαξ." Ἰδών ποτε δύο κενταύρους κάκιστα ἐζωγραφημένους ἔφη˙ "Πότερος τούτων Χείρων ἐστί;" Τὸν [4071] πρὸς χάριν λόγον ἔφη μελιτίνην ἀγχόνην εἶναι. Τὴν γαστέρα Χάρυβδιν ἔλεγε τοῦ βίου. Ἀκούσας ποτὲ ὅτι Διδύμων ὁ μοιχὸς συνελήφθη, " Ἄξιος," ἔφη, "ἐκ τοῦ ὀνόματος κρέμασθαι." Ἐρωτηθεὶς διὰ τί τὸ χρυσίον χλωρόν [4075] ἐστιν, ἔφη˙ " Ὅτι πολλοὺς ἔχει τοὺς ἐπιβουλεύοντας." Ἰδὼν γυναῖκα ἐν φορείῳ, "Οὐ κατὰ τὸ θηρίον," ἔφη, "ἡ γαλεάγρα."