1.

[8.33] καὶ εἰ μὲν ἀληθές ἐστι, πάντα γενήσεται ἀληθῆ, παρόσον ἐστὶν αὐτοῦ εἴδη˙ καὶ ὃν τρόπον ἐπεὶ τὸ γένος τῶν ἀνθρώπων ἄνθρωπός ἐστι, καὶ οἱ ἐπ' εἴδους εἰσὶν ἄνθρωποι, καὶ ἐπεὶ λογικός, πάντες οἱ ἐπὶ μέρους εἰσὶ λογικοί, καὶ ἐπεὶ θνητός, ὡσαύτως θνητοί, οὕτως εἰ τὸ τῶν πάντων γένος ἐστὶν ἀληθές, ἀνάγκη καὶ πάντα τὰ ὄντα εἶναι ἀληθῆ.