1.

[8.34] πάντων δὲ ὄντων ἀληθῶν οὐδὲν ἔσται ψεῦδος, ψεύδους δὲ μὴ ὄντος οὐδὲ ἀληθές τι γενήσεται, ὡς πρότερον ὑπεμνήσαμεν (Cfr. MVII 394 sqq.), δεικνύντες ἑκάτερον τούτων κατὰ τὴν ὡς πρὸς θάτερον σύμβλησιν νοούμενον. καὶ ἄλλως, πάντων ὄντων ἀληθῶν θήσομεν τὰ μαχόμενα ἀληθῆ, τοῦτο δέ ἐστιν ἄτοπον.