1.

[8.35] οὐ τοίνυν ἀληθές ἐστι τὸ γενικώτατον. καὶ μὴν οὐδὲ ψεῦδος διὰ τὰς ὁμοίας ἀπορίας. εἰ γὰρ ψεῦδός ἐστι, πάντα ἔσται τὰ μετέχοντα αὐτοῦ ψευδῆ˙ πάντα δὲ αὐτοῦ μετέχει τά τε σώματα καὶ τὰ ἀσώματα˙ πάντα ἄρα γενήσεται ψευδῆ. τῷ δὲ πάντα εἶναι ψευδῆ αἱ ἀνάλογον ἀπορίαι ἀκολουθήσουσιν.