HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,36
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,36.rdf
1.
[8.36] λείπεται οὖν ἀληθὲς ἅμα καὶ ψεῦδος λέγειν αὐτὸ εἶναι, ἢ οὔτε ἀληθὲς οὔτε ψεῦδος. ὃ
χεῖρόν ἐστι τῶν πρότερον ὑποδεδειγμένων διὰ τὸ ἀκολουθεῖν τούτῳ τὸ πάντα τὰ ἐπὶ μέρους ἀληθῆ
ἅμα καὶ ψευδῆ ἢ οὔτε ἀληθῆ οὔτε ψευδῆ γίνεσθαι˙ ὅπερ ἐστὶν ἄτοπον. οὐ τοίνυν ἔστι τι ἀληθές.