1.

[8.36] λείπεται οὖν ἀληθὲς ἅμα καὶ ψεῦδος λέγειν αὐτὸ εἶναι, ἢ οὔτε ἀληθὲς οὔτε ψεῦδος. ὃ χεῖρόν ἐστι τῶν πρότερον ὑποδεδειγμένων διὰ τὸ ἀκολουθεῖν τούτῳ τὸ πάντα τὰ ἐπὶ μέρους ἀληθῆ ἅμα καὶ ψευδῆ ἢ οὔτε ἀληθῆ οὔτε ψευδῆ γίνεσθαι˙ ὅπερ ἐστὶν ἄτοπον. οὐ τοίνυν ἔστι τι ἀληθές.