1.

[8.37] Καὶ μὴν τὸ ἀληθὲς ἤτοι τῶν κατὰ διαφορὰν (Cfr. § 161 et PH I 37) καὶ φύσει ἐστὶν ἢ τῶν πρός τι˙ οὐδὲν δὲ τούτων ἐστίν, ὡς παραστήσομεν˙ οὐκ ἄρα ἔστι τἀληθές. κατὰ διαφορὰν μὲν οὖν καὶ φύσει οὐκ ἔστι τἀληθές, παρόσον τὸ κατὰ διαφορὰν καὶ φύσει ὑποκείμενον ὡσαύτως τοὺς ὁμοίως διακειμένους κινεῖ, οἷον τὸ θερμὸν οὐ πρὸς ἄλλον μέν ἐστι θερμὸν πρὸς ἄλλον δὲ ψυχρόν, ἀλλὰ πρὸς πάντας τοὺς ὡσαύτως διακειμένους θερμόν.