1.

[8.38] τὸ δὲ ἀληθὲς οὐχ ὁμοίως πάντας κινεῖ, ἀλλὰ ταὐτὸν ὡς μὲν πρὸς τόνδε ἀληθὲς εἶναι φαίνεται, ὡς δὲ πρὸς ἕτερον ψεῦδος. οὐκ ἄρα τῶν κατὰ διαφορὰν καὶ φύσει ὑποκειμένων ἐστὶ τὸ ἀληθές. εἰ δὲ τῶν πρός τι ἔστιν, ἐπεὶ τὰ πρός τι νοεῖται μόνον, οὐχὶ δὲ καὶ ὑπάρχει, πάντως καὶ τἀληθὲς ἐπινοητὸν ἔσται μόνον, οὐχ ὑπάρξει δέ.