1.

[8.39] καὶ ἄλλως, εἰ τῶν πρός τι ἔστι τὸ ἀληθές, ἔσται τὸ αὐτὸ ἀληθὲς ἅμα καὶ ψεῦδος˙ ὡς γὰρ τὸ αὐτὸ δεξιόν τε καὶ ἀριστερόν ἐστι, πρὸς τῷδε μὲν δεξιὸν πρὸς τῷδε δὲ ἀριστερόν, καὶ ὃν τρόπον τὸ αὐτὸ ἄνω καὶ κάτω λέγεται, ἄνω μὲν ὡς πρὸς τὸ ὑποκείμενον, κάτω δὲ ὡς πρὸς τὸ ὑπερκείμενον, οὕτω ταὐτὸ ἀληθὲς ἅμα καὶ ψεῦδος ἐροῦμεν. καὶ εἰ τοῦτο, οὐ μᾶλλον (Cfr. PH I 188 sqq.) ἀληθὲς γενήσεται ἢ ψεῦδος, οὐ μὴν ἀληθές.