HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,41
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,41.rdf
1.
[8.41] ὅτι μὲν οὖν οὐκ ἔστιν αἰσθητόν, οὕτως ἐπιλογιούμεθα. τῶν αἰσθητῶν τὰ μέν ἐστι γένη τὰ
δὲ εἴδη, καὶ γένη μὲν αἱ ἐνδιήκουσαι ἐν τοῖς κατὰ μέρος κοινότητες, ὡς ἄνθρωπος ὁ διὰ τῶν κατὰ
μέρος ἀνθρώπων πεφοιτηκὼς καὶ ἵππος ὁ διὰ τῶν κατὰ μέρος ἵππων, εἴδη δὲ αἱ καθ' ἕκαστον
ἰδιότητες, ὡς Δίωνος, Θέωνος, τῶν ἄλλων.