1.

[8.41] ὅτι μὲν οὖν οὐκ ἔστιν αἰσθητόν, οὕτως ἐπιλογιούμεθα. τῶν αἰσθητῶν τὰ μέν ἐστι γένη τὰ δὲ εἴδη, καὶ γένη μὲν αἱ ἐνδιήκουσαι ἐν τοῖς κατὰ μέρος κοινότητες, ὡς ἄνθρωπος ὁ διὰ τῶν κατὰ μέρος ἀνθρώπων πεφοιτηκὼς καὶ ἵππος ὁ διὰ τῶν κατὰ μέρος ἵππων, εἴδη δὲ αἱ καθ' ἕκαστον ἰδιότητες, ὡς Δίωνος, Θέωνος, τῶν ἄλλων.