1.

[8.43] ἔτι ὃν τρόπον τὸ μὲν ὁρατὸν ὁράσει ληπτόν ἐστι, τὸ δὲ ἀκουστὸν ἀκοῇ γνώριμόν ἐστι, τὸ δὲ ὀσφρητὸν ὀσφρήσει, οὕτω καὶ τὸ αἰσθητὸν κοινῶς αἰσθήσει γνωρίζεται. οὐ γνωρίζεται δὲ κοινῶς αἰσθήσει 〈τὸ ἀληθές〉˙ ἡ γὰρ αἴσθησις ἄλογός ἐστιν, καὶ τὸ ἀληθὲς οὐκ ἀλόγως γνωρίζεται. οὐκ ἄρα αἰσθητὸν τὸ ἀληθές.