HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,45
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,45.rdf
1.
[8.45] τό τε γὰρ κοινῶς πᾶσι νοεῖσθαι ἀδύνατον, τό τε ἰδίως τινὶ ἢ τισὶν ἄπιστον καὶ μάχιμον.
οὐδὲ νοητὸν ἄρα ἐστὶ τὸ ἀληθές. ἀλλὰ μὴν οὐδὲ αἰσθητὸν ἅμα καὶ νοητόν. ἤτοι γὰρ πᾶν αἰσθητὸν
καὶ πᾶν νοητὸν ἀληθές ἐστιν ἢ τὶ αἰσθητὸν καὶ τὶ νοητόν.