1.

[8.45] τό τε γὰρ κοινῶς πᾶσι νοεῖσθαι ἀδύνατον, τό τε ἰδίως τινὶ ἢ τισὶν ἄπιστον καὶ μάχιμον. οὐδὲ νοητὸν ἄρα ἐστὶ τὸ ἀληθές. ἀλλὰ μὴν οὐδὲ αἰσθητὸν ἅμα καὶ νοητόν. ἤτοι γὰρ πᾶν αἰσθητὸν καὶ πᾶν νοητὸν ἀληθές ἐστιν ἢ τὶ αἰσθητὸν καὶ τὶ νοητόν.