1.

[8.46] ἀλλὰ τὸ μὲν φάσκειν πᾶν αἰσθητὸν καὶ πᾶν νοητὸν ἀληθὲς εἶναι τῶν ἀμηχάνων˙ μάχεται γὰρ τὰ αἰσθητὰ τοῖς αἰσθητοῖς καὶ τὰ νοητὰ τοῖς νοητοῖς καὶ ἐναλλὰξ τὰ αἰσθητὰ τοῖς νοητοῖς, καὶ δεήσει πάντων ἀληθῶν ὄντων τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, ἀληθές τε ὑπάρχειν καὶ ψεῦδος. τὶ δὲ αἰσθητὸν ἀληθὲς καὶ τὶ νοητὸν ἀληθὲς ἀξιοῦν πάλιν τῶν ἀπόρων˙ ζητεῖται γὰρ τοῦτο.