1.

[8.47] καὶ ἄλλως ἀκόλουθόν ἐστιν ἢ πάντα λέγειν ἀληθῆ ἢ πάντα λέγειν ψευδῆ τὰ αἰσθητά˙ ἐπ' ἴσης γάρ ἐστιν αἰσθητά, καὶ οὐ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον, καὶ τὰ νοητὰ πάλιν ἐπ' ἴσης ἐστὶ νοητά, καὶ οὐ τὸ μὲν μᾶλλον τὸ δὲ ἔλαττον. οὐ πάντα δὲ τὰ αἰσθητὰ λέγεται ἀληθῆ, οὐδὲ πάντα ψευδῆ˙ οὐκ ἄρα ἔστι τι ἀληθές.