1.

[8.52] ἀλλὰ καὶ τοῦτο τῶν ἀπόρων. εἰ γὰρ τὸ πιθανὸν ἀληθές ἐστιν, ἐπεὶ οὐ τὸ αὐτὸ πάντας πείθει οὐδὲ διὰ παντὸς τοὺς αὐτούς, δώσομεν τὸ αὐτὸ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν καὶ τὸ αὐτὸ ἀληθὲς ἅμα εἶναι καὶ ψεῦδος˙ ᾗ μὲν γὰρ πείθει τινάς, ἀληθὲς ἔσται καὶ ὑπάρχον, ᾗ δὲ ἑτέρους οὐ πείθει, ψεῦδος καὶ ἀνύπαρκτον. ἀδύνατον δέ γε τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι, ἀληθές τε ὑπάρχειν καὶ ψεῦδος˙