HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,55
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,55.rdf
1.
[8.55] Αἱ μὲν καθόλου ἀπορίαι περὶ τοῦ ἀληθοῦς τοιαῦταί τινές εἰσιν˙ ἀκολούθως δὲ ἔλθωμεν καὶ
ἐπὶ τὰς κατὰ μέρος. καὶ δὴ τοὺς μὲν πάντα λέγοντας ψευδῆ ἐδείξαμεν πρόσθεν (Cfr.
M
VII 390, 398)
περιτρεπομένους. εἰ γὰρ πάντ' ἐστὶ ψευδῆ, ψεῦδος ἔσται καὶ τὸ ῾῾πάντ' ἐστὶ ψευδῆ᾽᾽, ἐκ πάντων
ὑπάρχον. ψεύδους δὲ ὄντος τοῦ ῾῾πάντ' ἐστὶ ψευδῆ᾽᾽, τὸ ἀντικείμενον αὐτῷ ἀληθὲς ἔσται, τὸ ῾῾οὐ
πάντ' ἐστὶ ψευδῆ᾽᾽.