1.

[8.55] Αἱ μὲν καθόλου ἀπορίαι περὶ τοῦ ἀληθοῦς τοιαῦταί τινές εἰσιν˙ ἀκολούθως δὲ ἔλθωμεν καὶ ἐπὶ τὰς κατὰ μέρος. καὶ δὴ τοὺς μὲν πάντα λέγοντας ψευδῆ ἐδείξαμεν πρόσθεν (Cfr. M VII 390, 398) περιτρεπομένους. εἰ γὰρ πάντ' ἐστὶ ψευδῆ, ψεῦδος ἔσται καὶ τὸ ῾῾πάντ' ἐστὶ ψευδῆ᾽᾽, ἐκ πάντων ὑπάρχον. ψεύδους δὲ ὄντος τοῦ ῾῾πάντ' ἐστὶ ψευδῆ᾽᾽, τὸ ἀντικείμενον αὐτῷ ἀληθὲς ἔσται, τὸ ῾῾οὐ πάντ' ἐστὶ ψευδῆ᾽᾽.