1.

[8.56] εἰ ἄρα πάντ' ἐστὶ ψευδῆ, οὐ πάντ' ἐστὶ ψευδῆ. οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Πλάτωνα (Cfr. §§ 6 sqq.) ἀθετοῦντες μὲν τὰς αἰσθήσεις, ἀναιροῦντες δὲ τὰ αἰσθητά, μόνοις δ' ἑπόμενοι τοῖς νοητοῖς, συγχέουσι τὰ πράγματα, καὶ οὐ μόνον τὴν τῶν ὄντων ἀλήθειαν σαλεύουσιν, ἀλλὰ καὶ τὴν ἐπίνοιαν αὐτῶν. πᾶσα γὰρ νόησις ἀπὸ αἰσθήσεως γίνεται ἢ οὐ χωρὶς αἰσθήσεως, καὶ ἢ ἀπὸ περιπτώσεως ἢ οὐκ ἄνευ περιπτώσεως.