HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,57
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,57.rdf
1.
[8.57] ὅθεν οὐδὲ τὰς λεγομένας ψευδεῖς φαντασίας, οἷον τὰς καθ' ὕπνους ἢ τὰς κατὰ μανίαν,
εὑρήσομεν ἀπηρτημένας τῶν διὰ τῆς αἰσθήσεως κατὰ περίπτωσιν ἡμῖν ἐγνωσμένων. καὶ γὰρ ὁ κατὰ
μανίαν Ἐρινύας αὑτῷ ἀναπλάσσων (
Euripid.
Orest.
256
)
‘τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας’
ἐκ τῶν πεφηνότων αὑτῷ σύνθετον μορφὴν νοεῖ˙ ὡσαύτως δὲ ὁ πτηνὸν ἄνθρωπον καθ' ὕπνους
ὀνειροπολούμενος οὐ δίχα τοῦ πτηνόν τι ἑωρακέναι καὶ ἄνθρωπον ὀνειροπολεῖται.