1.

[8.57] ὅθεν οὐδὲ τὰς λεγομένας ψευδεῖς φαντασίας, οἷον τὰς καθ' ὕπνους ἢ τὰς κατὰ μανίαν, εὑρήσομεν ἀπηρτημένας τῶν διὰ τῆς αἰσθήσεως κατὰ περίπτωσιν ἡμῖν ἐγνωσμένων. καὶ γὰρ ὁ κατὰ μανίαν Ἐρινύας αὑτῷ ἀναπλάσσων (
Euripid. Orest. 256
)
‘τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας’
ἐκ τῶν πεφηνότων αὑτῷ σύνθετον μορφὴν νοεῖ˙ ὡσαύτως δὲ ὁ πτηνὸν ἄνθρωπον καθ' ὕπνους ὀνειροπολούμενος οὐ δίχα τοῦ πτηνόν τι ἑωρακέναι καὶ ἄνθρωπον ὀνειροπολεῖται.