1.

[8.60] κατὰ μείωσιν δέ, ἐπειδὰν συνελόντες πάλιν τὸ μέγεθος τοῦ κοινοῦ ἀνθρώπου νόησιν λαμβάνωμεν πυγμαίου, κατ' ἐπισύνθεσιν δέ, ὅταν ἀπὸ ἀνθρώπου καὶ ἵππου τὸν μηδέποτε ὑποπεπτωκότα ἡμῖν Ἱπποκένταυρον νοῶμεν. πάσης οὖν ἐπινοίας προηγεῖσθαι δεῖ τὴν διὰ τῆς αἰσθήσεως περίπτωσιν, καὶ διὰ τοῦτ' ἀναιρουμένων τῶν αἰσθητῶν ἐξἀνάγκης συναναιρεῖται πᾶσα νόησις.